Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κλαύσει μακρά.
  2. ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
Κύδοιμος
  1. ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.
  2. μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
Πόλεμος
  1. οἴσεις ἀλετρίβανον τρέχων;
Κύδοιμος
  1. ἀλλʼ ὦ μέλε
  2. οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
Πόλεμος
  1. οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
Κύδοιμος
  1. ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαῖος
  1. ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
  2. ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
  3. εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
  4. τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
  5. ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
Πόλεμος
  1. οὗτος.
Κύδοιμος
  1. τί ἔστιν;
Πόλεμος
  1. οὐ φέρεις;
Κύδοιμος
  1. τὸ δεῖνα γὰρ
  2. ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
  3. ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.