Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἁπαξάπαντα καταμεμυττωτευμένα.
Τρυγαῖος
  1. βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
  2. τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
Πόλεμος
  1. ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
Τρυγαῖος
  1. οἵα πόλις τάλαινα διακναισθήσεται.
Πόλεμος
  1. φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαῖος
  1. οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
  2. τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
Πόλεμος
  1. παῖ παῖ Κυδοιμέ.
Κύδοιμος
  1. τί με καλεῖς;