Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
Τρυγαῖος
  1. ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
  2. ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
  3. ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,
  4. ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
Πόλεμος
  1. ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
  2. καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
Τρυγαῖος
  1. τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·
  2. τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.
Πόλεμος
  1. ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα