Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κἀπευξαμένους τοῖσι θεοῖσιν
- διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
- κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς
- πάντας ὁμοίως οἶνόν τε πολύν,
- σῦκά τε τρώγειν,
- τάς τε γυναῖκας τίκτειν ἡμῖν,
- καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν
- συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
- λῆξαί τʼ αἴθωνα σίδηρον.
- δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,