Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- λευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται.
- ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
- ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·
- ὡς οὐχὶ πᾶσαν ἡμέραν
- πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
- πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν.
- εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
- δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.
- καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
- ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,