Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. υἱὸς Λαμάχου.
Τρυγαῖος
  1. αἰβοῖ·
  2. ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
  3. ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
  4. ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.
  5. ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;
  6. ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι
  7. οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
Παῖς
  1. ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
  2. ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.