Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅσας κατηγόρησε τὰς πανουργίας.
  2. κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
  3. ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
  4. ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
Βδελυκλέων
  1. αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
  2. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
  3. δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
  4. καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
  5. ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
Φιλοκλέων
  1. τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
Βδελυκλέων
  1. οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
  2. καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
  3. ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Φιλοκλέων
  1. ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
Βδελυκλέων
  1. οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
  2. ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
  3. ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
  4. πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
  5. χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
  6. ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.