Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁ βδελυρὸς οὗτος.
Σωσίας
  1. κοὐ μετέδωκʼ αἰτοῦντί μοι.
  2. καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
  3. ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
Φιλοκλέων
  1. οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
  2. θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
Βδελυκλέων
  1. πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,
  2. πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
Φιλοκλέων
  1. ἀλλʼ ὦγαθὲ
  2. τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
Σωσίας
  1. μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ
  2. κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
  3. ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
  4. ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
Φιλοκλέων
  1. ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
Σωσίας
  1. πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
  2. τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
  3. ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
  4. ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
Φιλοκλέων
  1. ἰοὺ ἰού.