Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
- καὶ μὴν εὐθύς γʼ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
- τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
- τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,
- ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
- ὃν πρῶτα μὲν ἕρποντʼ ἐξ εὐνῆς τηροῦσʼ ἐπὶ τοῖσι δρυφάκτοις
- ἄνδρες μεγάλοι καὶ τετραπήχεις· κἄπειτʼ εὐθὺς προσιόντι
- ἐμβάλλει μοι τὴν χεῖρʼ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν·
- ἱκετεύουσίν θʼ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες·
- ʼοʼἴκτιρόν μʼ ὦ πάτερ, αἰτοῦμαί σʼ, εἰ καὐτὸς πώποθʼ ὑφείλου
- ἀρχὴν ἄρξας ἢ ʼπὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων·ʼ
- ὃς ἔμʼ οὐδʼ ἂν ζῶντʼ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
- τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
- εἶτʼ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
- ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
- ἀλλʼ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
- φέρʼ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμʼ ἐνταῦθα δικαστῇ;
- οἱ μέν γʼ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
- κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν· †
- οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δʼ Αἰσώπου τι γέλοιον·