Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μηδέποτε πίοιμʼ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
Χορός
  1. νῦν δὴ τὸν ἐκ θἠμετέρου
  2. γυμνασίου δεῖ τι λέγειν
  3. καινόν, ὅπως φανήσει —
Βδελυκλέων
  1. ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
  2. ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
Χορός
  1. μὴ κατὰ τὸν νεανίαν
  2. τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
  3. σοι μέγας ἐστὶν ἁγὼν
  4. καὶ περὶ τῶν ἁπάντων,
  5. εἴπερ, ὃ μὴ γένοιθʼ, οὗτός
  6. σʼ ἐθέλει κρατῆσαι.
Βδελυκλέων
  1. καὶ μὴν ὅσʼ ἂν λέξῃ γʼ ἁπλῶς μνημόσυνα γράψομαι ʼγώ.
Φιλοκλέων
  1. τί γὰρ φάθʼ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορός
  1. οὐκέτι πρεσβυτῶν ὄχλος
  2. χρήσιμος ἔστʼ οὐδʼ ἀκαρῆ·
  3. σκωπτόμενοι δʼ ἐν ταῖς ὁδοῖς
  4. θαλλοφόροι καλούμεθʼ, ἀντωμοσιῶν
  5. κελύφη.
Χορός
  1. ἀλλʼ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν