Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ
- βούλομαί γε πάλαι μεθʼ ὑμῶν
- ἐλθὼν ἐπὶ τοὺς καδίσκους
- κακόν τι ποιῆσαι.
- ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας
- ἤ με ποίησον καπνὸν ἐξαίφνης
- ἢ Προξενίδην ἢ τὸν Σέλλου
- τοῦτον τὸν ψευδαμάμαξυν.
- τόλμησον ἄναξ χαρίσασθαί μοι,
- πάθος οἰκτίρας· ἤ με κεραυνῷ
- διατινθαλέῳ σπόδισον ταχέως,
- κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας
- εἰς ὀξάλμην ἔμβαλε θερμήν·
- ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ
- τὰς χοιρίνας ἀριθμοῦσι.
- τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων
- κἀποκλῄων τῇ θύρᾳ; λέξον·
- πρὸς εὔνους γὰρ φράσεις.
- οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει
- οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.