Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
- ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
- ἄγε νυν ὦ πάτερ ἢν μὴ
- τὸ δικαστήριον ἅρχων
- καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ
- ἄριστον; ἔχεις ἐλπίδα
- χρηστήν τινα νῷν ἢ
- πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
- ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
- μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ
- ὁπόθεν γε δεῖπνον ἔσται.
- τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
- ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
- ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
- ἒ ἔ. πάρα νῷν στενάζειν.
- φίλοι, τήκομαι μὲν
- πάλαι διὰ τῆς ὀπῆς
- ὑμῶν ὑπακούων.
- ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ
- ᾄδειν. τί ποιήσω;