Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ πονηρός; οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ
  2. νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς
  3. ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
Βδελυκλέων
  1. ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Φιλοκλέων
  1. ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
Βδελυκλέων
  1. ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
  2. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
  3. καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
  4. καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
  5. ἀνύσας τι προσκύλισον.
Σωσίας
  1. οἴμοι δείλαιος·
  2. πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
Βδελυκλέων
  1. ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
Σωσίας
  1. μῦς; οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ
  2. ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
Βδελυκλέων
  1. οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
  2. ἐκπτήσεται. ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
  3. σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
  4. τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
Σωσίας
  1. ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,