Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἶον μυκτὴρ μυκᾶται καὶ
  2. σφόνδυλος ἀχεῖ.
Ξανθίας
  1. πῖθʼ ἑλλέβορον.
Φιλοκλέων
  1. πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
Ξανθίας
  1. τάχα βαλλήσεις.
Φιλοκλέων
  1. σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
  2. πρωκτὸς χάσκει.
Ξανθίας
  1. κατὰ σαυτὸν ὅρα.
Φιλοκλέων
  1. νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
  2. στρέφεται χαλαρὰ κοτυληδών.
Φιλοκλέων
  1. οὐκ εὖ;
Βδελυκλέων
  1. μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων
  1. θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
  2. εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
  3. ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
  4. φησίν τις ἢ οὐδείς;
Ξανθίας
  1. εἶς γʼ ἐκεινοσὶ μόνος.
Φιλοκλέων
  1. τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας
  1. υἱὸς Καρκίνου
  2. ὁ μέσατος.