Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ξυνεγενόμην, οὐδὲ τρόποις
- ἐπεμάνην οὐδʼ ἐξεχύθην.
- τί γὰρ ἐκεῖνος ἀντιλέγων
- οὐ κρείττων ἦν, βουλόμενος
- τὸν φύσαντα σεμνοτέροις
- κατακοσμῆσαι πράγμασιν;
- νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματα
- δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
- ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
- ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
- ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
- τἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·
- καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
- τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
- τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
- τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
- κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
- σχήματος ἀρχὴ —
- μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
- πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·