Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
Βδελυκλέων
  1. νὴ τὸν Δίʼ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
Αρτόπωλις
  1. ἴθι μοι παράστηθʼ, ἀντιβολῶ πρὸς τῶν θεῶν.
  2. ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μʼ ἀπώλεσεν
  3. τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
  4. ἄρτους δέκʼ ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλέων
  1. ὁρᾷς ἃ δέδρακας; πράγματʼ αὖ δεῖ καὶ δίκας
  2. ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλέων
  1. οὐδαμῶς γʼ, ἐπεὶ
  2. λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί·
  3. ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
Αρτόπωλις
  1. οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
  2. τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
  3. οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων
  1. ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι