Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλέων
  1. τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλέων
  1. ἡ πίττα δήπου καομένης ἐξέρχεται.
Βδελυκλέων
  1. ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλέων
  1. ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Βδελυκλέων
  1. τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Φιλοκλέων
  1. ἆ ἆ τί μέλλεις δρᾶν;
Βδελυκλέων
  1. ἄγειν ταύτην λαβὼν
  2. ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
  3. κοὐδὲν δύνασθαι δρᾶν.
Φιλοκλέων
  1. ἄκουσόν νυν ἐμοῦ.
  2. Ὀλυμπίασιν, ἡνίκʼ ἐθεώρουν ἐγώ,
  3. Ἐφουδίων ἐμαχέσατʼ Ἀσκώνδᾳ καλῶς
  4. ἤδη γέρων ὤν· εἶτα τῇ πυγμῇ θενὼν
  5. ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον.