Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
- ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
- Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
- ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
- τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
- μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
- εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
- ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
- πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι
- καὶ σκαιὸς οὐδεπώποτε·
- ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
- οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
- δειπνοῦντα μετὰ Λεωγόρου·
- πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·
- ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ