Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
  2. ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
Βδελυκλέων
  1. χρήματα καὶ βίαν
  2. Κλειταγόρᾳ τε κἀμοὶ
  3. μετὰ Θετταλῶν—
Φιλοκλέων
  1. πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλέων
  1. τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
  2. ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
  3. παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
  4. ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλέων
  1. μηδαμῶς.
  2. κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
  3. καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
  4. κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
Βδελυκλέων
  1. οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.