Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
  2. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
  3. ἀλλʼ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ· φησίν τε μετʼ αὐτὸν
  4. τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
  5. οἳ τοὺς πατέρας τʼ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
  6. κατακλινόμενοί τʼ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
  7. ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
  8. ὥστʼ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
  9. τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
  10. πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
  11. ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς·
  12. καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
  13. μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
  14. τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
  15. ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,