Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι·
- μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθʼ ἑαυτόν,
- οὐκ ἀλλοτρίων ἀλλʼ οἰκείων Μουσῶν στόμαθʼ ἡνιοχήσας.
- ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτʼ ἐν ὑμῖν,
- οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδʼ ὀγκῶσαι τὸ φρόνημα,
- οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδʼ εἴ τις ἐραστὴς
- κωμῳδεῖσθαι παιδίχʼ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
- οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τινʼ ἔχων ἐπιεικῆ,
- ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
- οὐδʼ ὅτε πρῶτόν γʼ ἦρξε διδάσκειν, ἀνθρώποις φήσʼ ἐπιθέσθαι,
- ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,
- θρασέως ξυστὰς εὐθὺς ἀπʼ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
- οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
- ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
- περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,