Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
  2. ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,
  3. καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.
  4. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
Φειδιππίδης
  1. ἰδού· τί ἔστιν;
Στρεψιάδης
  1. ὤμοσας νυνὶ Δία.
Φειδιππίδης
  1. ἔγωγʼ.
Στρεψιάδης
  1. ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
  2. οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.
Φειδιππίδης
  1. ἀλλὰ τίς;
Στρεψιάδης
  1. Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
Φειδιππίδης
  1. αἰβοῖ τί ληρεῖς;
Στρεψιάδης
  1. ἴσθι τοῦθʼ οὕτως ἔχον.
Φειδιππίδης
  1. τίς φησι ταῦτα;
Στρεψιάδης
  1. Σωκράτης ὁ Μήλιος
  2. καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
Φειδιππίδης
  1. σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
  2. ὥστʼ ἀνδράσιν πείθει χολῶσιν;
Στρεψιάδης
  1. εὐστόμει