Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.
- ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ,
- οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας.
- ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
- ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων
- μόνας θεῶν; ὡς
- ἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶν
- ὅσʼ ἂν κελεύῃς.
- σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου
- γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,
- ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι.
- οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς·
- ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
- ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;
- οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.
- ἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας,
- τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
- τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν;
- ἐνθυμούμενος