Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·
  2. πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,
  3. δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,
  4. αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
  5. μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.
  6. εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
  7. ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν
  8. κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς·
  9. ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος
  10. τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
  11. οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
  12. ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν
  13. τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς
  14. ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.
  15. ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν·
  16. ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
  17. εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
  18. αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
  19. ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
Χορός
  1. ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ