Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν
  2. Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.
  3. εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
  4. ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
  5. τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
  6. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω·
  7. ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,
  8. ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
Χορός
  1. ὑψιμέδοντα μὲν θεῶν
  2. Ζῆνα τύραννον ἐς χορὸν
  3. πρῶτα μέγαν κικλήσκω·
  4. τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
  5. γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·
  6. καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ
  7. Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων·
  8. τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις
  9. ἀκτῖσιν κατέχει
  10. γῆς πέδον μέγας ἐν θεοῖς
  11. ἐν θνητοῖσί τε δαίμων.
Χορός
  1. ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.