Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
  2. γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
  3. οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
Στρεψιάδης
  1. ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
  2. ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
Φειδιππίδης
  1. ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
  2. καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;
Στρεψιάδης
  1. ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.
Φειδιππίδης
  1. εἰπὲ δή μοι,
  2. οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
  3. τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;
  4. πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
  5. τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
  6. κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς; ---
  7. φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
  8. ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·
  9. εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
  10. ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
Στρεψιάδης
  1. ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
Φειδιππίδης
  1. οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον