Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
Χορός
  1. δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
  2. εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
Ἄδικος Λόγος
  1. καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
  2. ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.
  3. ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην
  4. ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
  5. τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.
  6. καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,
  7. αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
  8. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,
  9. ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
  10. καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
Δίκαιος Λόγος
  1. ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
Ἄδικος Λόγος
  1. ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.
  2. καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον
  3. ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
Δίκαιος Λόγος
  1. ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.
Ἄδικος Λόγος
  1. ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;