Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,
  2. ἕξεις ἀεὶ
  3. στῆθος λιπαρόν, χροιὰν λαμπράν,
  4. ὤμους μεγάλους, γλῶτταν βαιάν,
  5. πυγὴν μεγάλην, πόσθην μικράν.
  6. ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
  7. πρῶτα μὲν ἕξεις
  8. χροιὰν ὠχράν, ὤμους μικρούς,
  9. στῆθος λεπτόν, γλῶτταν μεγάλην,
  10. πυγὴν μικράν, κωλῆν μεγάλην,
  11. ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει
  12. τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι,
  13. τὸ καλὸν δʼ αἰσχρόν·
  14. καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
  15. καταπυγοσύνης ἀναπλήσει.
Χορός
  1. ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
  2. ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
  3. †εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶ
  4. τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,