Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸ καλὸν δʼ αἰσχρόν·
- καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
- καταπυγοσύνης ἀναπλήσει.
- ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
- ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
- †εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶ
- τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
- δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
- δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
- εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
- καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
- ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.
- ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην
- ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
- τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.
- καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,
- αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
- σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,
- ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
- καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;