Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
- οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,
- οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·
- ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
- στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
- μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
- ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
- ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,
- καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,
- ἕξεις ἀεὶ
- στῆθος λιπαρόν, χροιὰν λαμπράν,
- ὤμους μεγάλους, γλῶτταν βαιάν,
- πυγὴν μεγάλην, πόσθην μικράν.
- ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
- πρῶτα μὲν ἕξεις
- χροιὰν ὠχράν, ὤμους μικρούς,
- στῆθος λεπτόν, γλῶτταν μεγάλην,
- πυγὴν μικράν, κωλῆν μεγάλην,
- ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει
- τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι,