Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
- ᾄσαιμι γὰρ τότʼ ἂν μόνον,
- πῖνε πῖνʼ ἐπὶ συμφοραῖς.
- τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην
- ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
- οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
- ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην.
- ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
- ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
- ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
- ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
- ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν
- κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
- καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος.
- ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
- σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.
- οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
- ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
- ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
- καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,