Knights
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κεχηνότος
- τὸν πρωκτὸν εἰ χαλαζᾷ.
- ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
- ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ
- ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ --- ἀλλʼ ἔπιθι καὶ στρόβει,
- μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
- ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
- δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
- ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
- κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
- νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
- ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
- οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
- καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
- ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
- τοῦ χρώματος τοῦ παρεστηκότος.
- εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
- καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
- ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
- δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,