Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
- σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
- ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην·
- προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ
- ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
- ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε
- σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
- ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;
- ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·