Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
  2. ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.
Δικαιόπολις
  1. ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
  2. δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
Βοιωτός
  1. πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
  2. ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
Δικαιόπολις
  1. ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
  2. ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
  3. φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε