Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
Δικαιόπολις
  1. ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
  2. ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
  3. πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
Χορός
  1. ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
  2. περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
Χορός
  1. ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
  2. οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
  3. διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,