Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
  2. οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
  3. οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
  4. ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
  5. ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
Λάμαχος
  1. ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
Δικαιόπολις
  1. οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
Λάμαχος
  1. ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
  2. ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ