Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
  2. ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
  3. Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
  4. κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
  5. τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
  6. δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
  7. εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
  8. τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
  9. τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,