Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
  2. χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
Εὐριπίδης
  1. οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
Δικαιόπολις
  1. ναὶ Τήλεφον·
  2. τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
Εὐριπίδης
  1. ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
  2. κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
  3. μεταξὺ τῶν Ἰνοῦς.
Κηφισόφων
  1. ἰδοὺ ταυτὶ λαβέ.