Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
- παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
- παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
- ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
- ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
- θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
- κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
- ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
- ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.