Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
- τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
- κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
- στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
- ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
- ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
- ἀλλʼ ὡς τάχιστα σπεῦδε.
- κακοδαίμων ἐγώ.
- καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.