Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Διόνυσος ἡμερώσας ἄμπελον καὶ ποτὸν ἐξ αὐτῆς ἀναχέας ἥδιστον ὁμοῦ καὶ ὠφελιμώτατον ψυχαῖς τε καὶ σώμασι τὰς μὲν ἄγει πρὸς εὐθυμίαν, κακῶν λήθην καὶ ἀγαθῶν ἐλπίδας ἐνεργαζόμενος, τὰ δὲ σώματα ὑγιεινότερα καὶ κραταιότερα καὶ εὐκινητότερα παρασκευάζει·

καὶ ἰδίᾳ τε ἕκαστον ἀνθρώπων βελτίονα ποιεῖ καὶ πολυανθρώπους οἰκίας καὶ συγγενείας ἐξ αὐχμηροῦ καὶ ἐπιπόνου βίου μεθαρμόζεται πρὸς ἀνειμένης σχῆμα καὶ ἱλαρᾶς διαίτης καὶ πάσαις πόλεσιν Ἑλληνικαῖς τε καὶ βαρβαρικαῖς εὐωχίας, εὐφροσύνας, θαλίας, ἑορτὰς ἐπαλλήλους παρέχει· πάντων γὰρ τῶν λεχθέντων αἴτιος ἄκρατος. πάλιν Διοσκούρους λόγος ἔχει κοινώσασθαι τὴν ἀθανασίαν.

ἐπειδὴ γὰρ ὁὁ μὲν θνητὸς ὁὁ δὲ ἀθάνατος ἦν, οὐκ ἐδικαίωσεν ὁ τῆς κρείττονος μοίρας ἀξιωθεὶς φιλαυτῆσαι μᾶλλον ἢ πρὸς τὸν ἀδελφὸν εὔνοιαν ἐπιδείξασθαι.

φαντασιωθεὶς γὰρ τὸν ἄπειρον αἰῶνα καὶ λογισάμενος, ὅτι αὐτὸς μὲν ἀεὶ βιώσεται, ὁ δὲ ἀδελφὸς ἀεὶ τεθνήξεται, καὶ μετὰ τῆς ἀθανασίας ἀθάνατον τὸ ἐπ’ ἐκείνῳ πένθος ἀναδέξεται, θαυμαστὴν ἐμεγαλούργησεν ἀντίδοσιν ἀνακερασάμενος αὑτῷ μὲν τὸ θνητόν, τῷ δὲ ἀδελφῷ τὸ ἄφθαρτον, καὶ ἀνισότητα, τὴν ἀδικίας ἀρχήν, ἐνηφάνισεν ἰσότητι, ἥτις ἐστὶ πηγὴ δικαιοσύνης.