Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἤρχετο γὰρ ἐξομοιοῦν τὸ πρῶτον τοῖς λεγομένοις ἡμιθέοις ἑαυτόν, Διονύσῳ καὶ Ἡρακλεῖ καὶ Διοσκούροις, Τροφώνιον καὶ Ἀμφιάραον καὶ Ἀμφίλοχον καὶ τοὺς ὁμοίους χρηστηρίοις αὐτοῖς καὶ ὀργίοις χλεύην τιθέμενος κατὰ σύγκρισιν τῆς ἰδίας δυνάμεως.
εἶθ’ ὥσπερ ἐν θεάτρῳ σκευὴν ἄλλοτε ἀλλοίαν ἀνελάμβανε, τοτὲ μὲν λεοντῆν καὶ ῥόπαλον, ἀμφότερα ἐπίχρυσα, διακοσμούμενος εἰς Ἡρακλέα, τοτὲ δὲ πίλους ἐπὶ τῆς κεφαλῆς, ὁπότε ἀσκοῖτο εἰς Διοσκούρους· ἔστι δὲ ὅτε κιττῷ καὶ θύρσῳ καὶ νεβρίσιν εἰς Διόνυσον ἠσκεῖτο·
καὶ ταύτῃ διαφέρειν ἀξιῶν, ὅτι ἐκείνων μὲν ἕκαστος ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους, οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά.
καίτοι τί παρασήμων ἔδει σοι, Γάιε, οἷς ἔθος ἀσκεῖσθαι τὰ τῶν εἰρημένων ἀφιδρύματα; ἐχρῆν γὰρ ζηλοῦν τὰς ἐκείνων ἀρετάς. Ἡρακλῆς ἐκάθηρε γῆν καὶ θάλατταν [*](1 ὅροις (νόμοις ss.) M ὑπερέκυκτεν L 2 τῶ ante τοιούτῳ add. Α 3 γὰρ CGO: om. ceteri (v) ἄλλων ζῴων] ζώων τῶν ἄλλων H 3. 4 αἰπόλοι καὶ νομεῖς CGO: ν. καὶ αἰπόλοι ceteri 4 alt. οὔτε] οὔτ’ Α οὔτε αἶγες om. L αἶγες οὔτε ἄρνες CGO: ἄρνες οὔτε (οὔτ᾿ A) αἶγες ceteri 5 παρασκευῆς Α 7 κατὰ MH 9 αὑτῶ Α 10 ἀθεοτάτην G 11 αὑτοῦ L: αὐτοῦ ceteri 12 ἐκ τοῦ om. M προσῄει GO, σ eras. C προσῄει Turn. in textu, προῄει in append.) 14 διοσκόροις M τροφόνιον G 17 ἀλλοίαν] ἄλλην vel ἀλλοτρίαν coni. Mang. ἀνελάμβανε Mang. (cf. § 96. 100. 101): ἐνελάμβανε Α, ἐλάμβανε ceteri (v) 18 διακοσμούμενος] διασκούμενος coni. Mang. ποτὲ (Turn.) πύλους M 19 δ’ AL κ(??)ιττῶ eras.) C νευρίσιν AH 20 ἤσκητο 22 ἀθρόων scripsi: ἀθρόον codd. 23 γυριόνην OL; Γηρυόνα (τὸν om.) Mang. παραγαγὼν εἴη H 24 παραδοξώτατον H 26 ὅμηρος corr. ex ὁμάκρος M ἐνδεχόμενος C, εἰσδεχόμενον Α (ἐκδεχόμενον Mang.) 28 ἀσκεῖσθαι (vel ἐνσκευάζεσθαι coni.) Mang. (Dahl): ἀρκεῖσθαι codd. (v))