Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
εἰ δέ τισι [*](1 δὲ CGO: δ’ ceteri 3 κολοσιαῖον O 4 τὸν] τῶν GOH τῇ om. Turn. κινήση H1 corr. Η2 5 ἀπηλλαγμένον G 7 ἱδρύσηται Α: ἱδρύσεται CGOH, ἱδρύσεται M 8 περίπλω M εἰς om. M 9 ἄληκτος CGO τις CGO: om. ceteri αὐτὸν ἔρως CGO: ἔρως αὐτὸν ceteri κατεῖχεν C 10 ἐπόθη G 12 γεγεννηκέναι CAH1: γεγενηκέναι GOMH2 συναυξήσειν codd.: συναυξῆσαι v 12. 13 γενέσθαι A 13 καλῷ om. G 14 pr. εἴτε CGO: εἴτ᾿ ceteri 15 ἐπιχειρεῖ Α ἄλλα L 16 ἄπιστος] ἄστατος coni. Mang. 17 ταυτὶ codd.: τουτὶ v 20. 21 τὴν — προσδοκησάντων om. Α 20 ἑτέρωθεν M 21 αὑτοῖς AH: αὐτοῖς ceteri ἄξια CGO: ἄξιον ceteri πεπραχόσιν AH (prob. Mang.): πεπραγόσιν M, πεπραχέναι CGO (v) 22 ὑπερβάλουσαν M 23 ἀποφεύξασθαι CG 25 διῆλθεν C 26 πέμψας Α τινὰ Turn. 28 ὡς ante εὐτυχέστατα add. M ἀθρόον Ο ἀνήρει CGO: ἀναιρεῖ ceteri (v))
οἱ δ’ εὐπάρυφοι καὶ σφόδρ’ εὐδοκιμεῖν οἰόμενοι τρόπον ἕτερον τὸν σὺν ἡδονῇ μετὰ προσποιήσεως φιλικῆς ἐβλάπτοντο, πάμπολλα μὲν εἰς τὰς ἀκρίτους καὶ ἀτάκτους καὶ ἐξαπιναίους ἀποδημίας ἀναλίσκοντες, πάμπολλα δὲ εἰς τὰς ἑστιάσεις· ὅλας γὰρ οὐσίας ἐξανάλουν εἰς ἑνὸς δείπνου παρασκευήν, ὡς καὶ δανείζεσθαι· τοσαύτη τις ἦν ἡ πολυτέλεια.
τοιγαροῦν ἀπηύχοντό τινες ἤδη τὰς δεδομένας ὑπ’ αὐτοῦ χάριτας, ὑπολαμβάνοντες οὐκ ὠφέλειαν ἀλλὰ δέλεαρ εἶναι καὶ ἐνέδραν ἀφορήτου ζημίας.
τοσαύτη μὲν οὖν τις ἡ περὶ τὸ ἦθος ἦν ἀνωμαλία πρὸς ἅπαντας, διαφερόντως δὲ πρὸς τὸ Ἰουδαίων γένος, ᾧ χαλεπῶς ἀπεχθανόμενος τὰς μὲν ἐν ταῖς ἄλλαις πόλεσι προσευχὰς ἀπὸ τῶν κατ’ Ἀλεξάνδρειαν ἀρξάμενος σφετερίζεται, καταπλήσας εἰκόνων καὶ ἀνδριάντων τῆς ἰδίας μορφῆς — ὁ γὰρ ἑτέρων ἀνατιθέντων ἐφεὶς αὐτὸς ἱδρύετο δυνάμει —, τὸν δὲ ἐν τῇ ἱεροπόλει νεών, ὃς λοιπὸς ἦν ἄψαυστος ἀσυλίας ἠξιωμένος τῆς πάσης, μεθηρμόζετο καὶ μετεσχημάτιζεν εἰς οἰκεῖον ἱερόν, ἵνα Διὸς Ἐπιφανοῦς Νέου χρηματίζῃ Γαΐου. τί φῄς;
σὺ μὲν ἄνθρωπος ὢν αἰθέρα καὶ οὐρανὸν ζητεῖς προσλαβεῖν, οὐκ ἀρκεσθεὶς τῷ πλήθει τῶν τοσούτων ἠπείρων, νήσων, ἐθνῶν, κλιμάτων, ὧν ἀνήψω τὴν ἀρχήν; τὸν δὲ θεὸν οὐδενὸς τῶν ἐνταῦθα καὶ παρ’ ἡμῖν ἀξιοῖς, οὐ χώρας, οὐ πόλεως, ἀλλὰ καὶ τὸν βραχὺν οὕτως περίβολον αὐτῷ καθιερωθέντα καὶ καθοσιωθέντα χρησμοῖς καὶ λογίοις θεσφάτοις [*](1 ἀργύρου H ἔπραττε M 1.2 προσεκλέγων CGO: om. ceteri 3. 4 ἀλλά — ὅλας] ἄλλας L 4 ὅλας οὐσίας trausp. Η προσεισέφερόν CGOH: προσεισφέρον M, προσεισέφερεν Α παρ’ om. M 5 ἑαυτῶν CGO: αὑτῶν AH, αὐτῶν M 6 δὲ CGO (v) εὐπάρυφοι καὶ MAH (prob. Mang.): om. CGO (v) σφόδρα CGO (v) παρ’ αὐτῶ post σφόδρα add. CGO (v), om. MAH1, post εὐδοκιμεῖν ss. Η2 7 πάμπολα Α 9 πάμπολλα MH (Mang.): πάμπολα A, πολλὰ CGO (Turn.) δ’ H 11 ἀπηύχοντό CGOAH2L: ἀπεύχοντό MH1 12 μόνον post ὠφέλειαν add. Η (v) ; vel delendum vel reponendum esse μέν censet Mang. 13 ἡ om. Mang. ἦν om. Α 14 ἀνομαλία C πρὸς] εἰς M γένος CGOM2H (Turn.): ἔθνος M1A (Maug.) 15 ἀπεχθόμενος CMA (Maug.): ἀπεχθανόμενος GOH (Turn.) 17 ἐφεὶς MH: ἀφεὶς CGOA (v) ; ἐφιεὶς Dahl ex Eusebio 18 δὲ CGOL: δ’ ceteri ἄψαυστος ἣν transp. A 19 ἠξιωμένος τῆς πάσης] ἠξίωσε καὶ M 20 οἶκον Α χρηματίζει Η 21 ζητεῖς CGOH2L: ἐζήτεις MAH1 23 καὶ] καὶ τῶν Α; τῶν Mang. 24 ἀξιοῖς CGO: ἠξίωσας οὕτω CGO 25 αὐτοῦ H καθοσιωθέντα MAH (Mang.): καθωσιωμένον (- ων G) CO (Turn.)) [*](13—20 Euseb. Hist. Eccl. II 6, 2 τοσαύτη μὲν οὑν τις ἡ τοῦ Γαΐου περὶ τὸ ἦθος — Γαἱου.)
καλὰς ὑπογράφεις τῷ γένει τῶν ἀνθρώπων ἐλπίδας· ἀγνοεῖς ὅτι πηγὰς ἀνατέμνεις ἀθρόων κακῶν, καινουργῶν καὶ μεγαλουργῶν ἃ μήτε δρᾶν μήτε λογίζεσθαι θέμις; ***
Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν.
δικαστοῦ μὲν γὰρ ἔργα ταῦτα ἦν· καθίσαι μετὰ συνέδρων ἀριστίνδην ἐπιλελεγμένων, ἐξεταζομένης ὑποθέσεως μεγίστης ἐν τετρακοσίοις ἔτεσιν ἡσυχασθείσης καὶ νῦν πρῶτον εἰσαγομένης ἐπὶ μυριάσι πολλαῖς τῶν Ἀλεξανδρέων Ἰουδαίων, ἑκατέρωθεν στῆναι τοὺς ἀντιδίκους μετὰ τῶν συναγορευσόντων, ἐν μέρει μὲν ἀκοῦσαι τῆς κατηγορίας, ἐν μέρει δὲ τῆς ἀπολογίας πρὸς μεμετρημένον ὕδωρ, ἀναστάντα βουλεύσασθαι μετὰ τῶν συνέδρων, τί χρὴ φανερῶς ἀποφήνασθαι γνώμῃ τῇ δικαιοτάτῃ· τυράννου δὲ ἀμειλίκτου δεσποτικὴν ὀφρὺν ἐπανατειναμένου τὰ πραχθέντα.
χωρὶς γὰρ τοῦ μηδὲν ὧν ἀρτίως εἶπον ἐργάσασθαι, μεταπεμψάμενος τοὺς δυεῖν κήπων ἐπιτρόπους τοῦ τε Μαικήνα καὶ Λαμία — πλησίον δέ εἰσιν ἀλλήλων τε καὶ τῆς πόλεως, ἐν οἷς ἐκ τριῶν ἢ τεττάρων ἡμερῶν διέτριβε· κεῖθι γὰρ ἐπὶ παροῦσιν ἡμῖν ἡ κατὰ παντὸς τοῦ ἔθνους ἔμελλε σκηνοβατεῖσθαι δραματοποιία — κελεύει τὰς ἐπαύλεις αὑτῷ πάσας περιανοιχθῆναι·