Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὅμως μέντοι καὶ τὴν χάριν διδοὺς ἔδωκεν οὐκ ἀκέραιον, ἀλλ’ ἀναμίξας αὐτῇ δέος ἀργαλεώτατον· προσγράφει γάρ· „ἐὰν δέ τινες ἐν ταῖς ὁμόροις ἔξω μιᾶς τῆς μητροπόλεως ἐθέλοντες βωμοὺς ἢ ἱερὰ ἤ τινας εἰκόνας ἢ ἀνδριάντας ὑπὲρ ἐμοῦ καὶ τῶν ἐμῶν ἱδρύεσθαι κωλύωνται, τοὺς εἴργοντας ἢ παραχρῆμα κολάζειν ἢ εἰς αὐτὸν ἀνάγειν.“

τοῦτο δὲ οὐδὲν ἦν ἕτερον ἢ στάσεων καὶ ἐμφυλίων πολέμων ἀρχὴ καὶ τῆς δωρεᾶς, ἣν ἐπ’ εὐθείας ἐδόκει παρασχεῖν, πλάγιός τις ἀναίρεσις· ἔμελλον γὰρ οἱ μὲν κατὰ τὴν πρὸς Ἰουδαίους φιλονεικίαν μᾶλλον ἢ τὸ πρὸς Γάιον εὐσεβὲς καταπλήσειν τὴν χώραν ἅπασαν ἀναθημάτων, οἱ δὲ ἐν ὄψεσι ταῖς αὑτῶν τὴν τῶν πατρίων ὁρῶντες κατάλυσιν, εἰ καὶ πάντων ἦσαν πρᾳοπαθέστατοι, μὴ ἀνέχεσθαι, Γάιος δὲ τοὺς παρακινηθέντας τιμωρίᾳ κρίνων μεγίστῃ ἀνατεθῆναι πάλιν κελεύειν τὸν ἀνδριάντα ἐν τῷ ἱερῷ.

προνοίᾳ δέ τινι καὶ ἐπιμελείᾳ τοῦ πάντα ἐφορῶντος καὶ σὺν δίκῃ πρυτανεύοντος θεοῦ τῶν ὁμόρων παρεκίνησεν οὐδὲν οὐδὲ εἷς, ὡς μὴ χρείαν τινὰ γενέσθαι, ᾗ πρὸ μετριωτέρας μέμψεως ἀπαραίτητος ἔμελλεν ἀπαντᾶσθαι συμφορά.

τί [*](1 pr. et alt. τῇ] πῆ O 2 δ’ MH ἀρεσκείας ἄγαν transp. O 3 ἀνθρώπους Η (Turn.) 4 τὸ] τῶ Α (v) μηδὲν μηδὲ H2, μηδὲ H1 ἐν om. C (Turn.) ἑαυτῶ C (Turn.): αὑτῶ Α (Mang.), αὐτῶ ceteri 6 ἀγρίππαν ἠξίωσε MA: ἀγρίππα CGO, ἠξίωσε H; ἠξίωσεν, Ἀγρίππᾳ v τὸ] τὸ] τῶ MO 8 τῶ τῆς CGO (Turn.): τῶ MH (Mang.), τῆς Α 10 δοὺς Α ἀργαλεώτερον C (v). ἀργαλαιότατον G 11 προσγράφει (ει ss. m.2) C ταῖς] τοῖς GH2L 13 κωλύονται G ἡ transp. CGO (Turn.) 14 δὲ CGO : δ’ ceteri ἦν οὐδὲν transp. H ἑ 15 ἣν] ἦν C ἀπ’ (α corr. ex εὑ) G 17 καταπλήσειν] καταπλήσσειν alt. Ο eras. O 18 δὲ CGO: δ’ ceteri αὑτῶν Α: αὐτῶν ceteri (v) τῶν om. Ο 19 πραοπαθέστατοι COH2L: προαπαθέστατοι GMAH1; προπαθέστατοι V, πραὔπαθέστατοι coni. Mang. (Dahl) 21 κελεύειν (subintellege ἔμελλεν) Mang.: κελεύει CGO (Turn,), κελεῦσαι ceteri 22 τά ante πάντα add. Α (Mang.) 23 οὐδὲ εἷς ὡς μὴ C: οὐδὲ ἴσως μὴ οὓς GO, οὐδ’ ἴσως ὡς μὴ οὖσαν M, οὐδ’ ἴσως ὡς μὴ οὓς A, οὐδ’ ἴσως ὡς μὴ δ’ οὐ Η χρείαν] ταραχήν coui. Mang. (Dahl) ἦ Mang.: ἢ codd. (Turn.) 24 μέμψεως] ὄψεως H ἀπαραίτητος ἔμελλεν codd.: ἀπαραίτητοι (sic L) ἔμελλον v ἀπαντᾶσθαι ἔμελλε transp. Α ἀπαντᾶσθαι MA: ἀπαρτᾶσθαι CGOH (v) ; ἐπαρτᾶσθαι vel ἐπάγεσθαι coni. Mang. συμφορά codd.: συμφοραί v)

v.6.p.217
δὲ ὄφελος; εἴποι τις ἄν· οὐδὲ γὰρ ἠρεμούντων ὁ Γάιος ἠρέμει, μετανοῶν ἐπὶ τῇ χάριτι ἤδη καὶ τὴν πρὸ μικροῦ ζωπυρῶν ἐπιθυμίαν· προστάττει γὰρ ἕτερον ἀνδριάντα δημιουργεῖσθαι κολοσσιαῖον χαλκοῦν ἐπίχρυσον ἐν Ῥώμῃ, μηκέτι τὸν ἐν Σιδῶνι κινῶν, ἵνα μὴ τῇ κινήσει διαταράξῃ τὸ πλῆθος, ἀλλ’ ἠρεμοῦντος καὶ τῆς ὑπονοίας ἀπηλλαγμένου κατὰ πολλὴν ἡσυχίαν ἀφανῶς ἐν ταῖς ναυσὶ κομισθέντα λαθὼν τοὺς πολλοὺς ἐξαίφνης ἱδρύσηται.

Τοῦτο δὲ πράξειν ἔμελλεν ἐν παράπλῳ κατὰ τὴν εἰς Αἴγυπτον ἀποδημίαν. ἄλεκτος γάρ τις αὐτὸν ἔρως κατεῖχε τῆς Ἀλεξανδρείας, εἰς ἣν ἐπόθει σπουδῇ πάσῃ παραγενέσθαι καὶ ἀφικόμενος πλεῖστον χρόνον ἐνδιαιτηθῆναι, νομίζων τὴν ἐκθέωσιν, ἣν ὠνειροπόλει, μίαν ταύτην πόλιν καὶ γεγεννηκέναι καὶ συναυξήσειν καὶ ταῖς ἄλλαις παράδειγμα γεγενῆσθαι τοῦ σεβασμοῦ, μεγίστην τε οὖσαν καὶ ἐν καλῷ τῆς οἰκουμένης· τὰ γὰρ τῶν μεγάλων εἴτε ἀνδρῶν εἴτε πόλεων τοὺς καταδεεστέρους ἄνδρας τε καὶ δήμους ζηλοῦν ἐπιχειρεῖν.

ἦν μέντοι καὶ πρὸς τἄλλα πάντα τὴν φύσιν ἄπιστος, ὡς, εἰ καί τι χρηστὸν ἐργάσαιτο, μετανοεῖν εὐθὺς καὶ τρόπον τινὰ δι’ οὗ καὶ ταυτὶ λυθήσεται ζητεῖν μετὰ μείζονος ἀνίας καὶ βλάβης.

οἷον δή τι λέγω· δεσμώτας ἔλυσεν ἐνίους ἐπ’ οὐδεμιᾷ προφάσει, πάλιν ἔδησε βαρυτέραν τῆς προτέρας ἐπαγαγὼν συμφοράν, τὴν ἐκ δυσελπιστίας.

πάλιν κατέγνω φυγὴν ἑτέρων θάνατον προσδοκησάντων, οὐκ ἐπειδὴ συνῄδεσαν αὑτοῖς ἄξια θανάτου πεπραχόσιν ἢ συνόλως βραχυτέρας ἡστινοσοῦν τιμωρίας, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν ὠμότητα τοῦ δικαστοῦ μὴ προσδοκῶντες ἀποφεύξεσθαι. τούτοις ἕρμαιον ἦν ἡ φυγὴ καὶ ἰσότιμος καθόδῳ τὸν περὶ ψυχῆς ἀνωτάτω κίνδυνον ἀποδεδρακέναι νομίζουσιν.

ἀλλ’ οὐ μακρὸς διῆλθε χρόνος, καὶ τῶν στρατευομένων ἐπιπέμψας τινάς, μηδενὸς καινοτέρου προσπεσόντος, τοὺς ἀρίστους καὶ εὐγενεστάτους ἤδη ζῶντας ὡς ἐν πατρίσι ταῖς νήσοις καὶ τὴν ἀτυχίαν εὐτυχέστατα φέροντας ἀθρόους ἀνῄρει, πένθος οἰκτρότατον καὶ ἀπροσδόκητον οἴκοις τῶν ἐν Ῥώμῃ μεγάλων προσβαλών.