Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Ταῦτα γράψας καὶ σφραγισάμενος πέμπει Γαΐῳ καὶ συγκλεισάμενος οἴκοι κατέμενεν, ἀγωνιῶν καὶ συγκεχυμένος καὶ πῶς ἐντύχοι μάλιστα φροντίζων· οὐ γὰρ βραχὺς ἐπέρριπτο κίνδυνος, ἀλλ’ ὁ περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς πορθήσεως, οὐ μόνον τοῖς τὴν ἱερὰν χώραν κατοικοῦσιν ἀλλὰ καὶ τοῖς πανταχοῦ τῆς οἰκουμένης Ἰουδαίοις.

λαβὼν δὲ καὶ διαναγινώσκων ἐφ’ ἑκάστῳ τῶν νοημάτων ἅμα μὲν ᾤδει, μὴ κατορθουμένου τοῦ βουλήματος, ἅμα δὲ καὶ ἐπεκλᾶτο ταῖς [*](1 μέλλοντος M 3 αὐτοκράτωρ G 4 τοῦ] τῶ M 5 ἀφίεσθαι Mang. ἐκδειξάμενος Ο 7 μοι CGO: om. ceteri βασιλείαν] βασιλεῦ Α 8 τραχονῖτιν O (sed corr.), τραχωνίτην Η 9 ἀφέλῃς CGOH2L: ἀφέλῃ MA, ἀφέλοις H1 μηδὲ CGO: μηδ’ ceteri 10 ἀγαγὼν Α σκότον M 11 ἐξανίσταμαι CGO (Turn.) 12 πάντα CGO: πάνθ’ ceteri ἀνθυπαλλάττομαι coui. Mang. (fort. recte) 13 γένηται Α alt. παρὰ] περὶ M 14 πᾶσιν Α τῶν om. L 15 μηκέτι CGO: μηκέθ’ ceteri τί om. G 16. 17 ἐξ οἴσομεν G 17 pr. μήθ᾿ A ἀπαθὴς παντὸς CGO: παντὸς ἁ. MH, ἀπαθὴς (παντὸς om.) Α 18 ἑτέρων A, L (sed corr.) προσφευγόντων Α 19 δέ CGO: δ’ ceteri 20 σοι Α τῇ διανοία coni. Mang. ἔχθος] ἄχθος L (Turn.) καὶ om. Α 21 ποτε CGO: πως ceteri αὖθις om. Α 24 ἐντύχῃ μοι O; ἂν τύχοι coni. Maug. (Dahl) 25 ἐπιρέρριπτο O 27 οἰκοῦσιν A καὶ om. A πανταχῆ Α 28 διαγινωώσκων AH νοημάτων] βημάτων coni. Mang. 29 καὶ om. L)

v.6.p.216
δικαιολογίαις ὁμοῦ καὶ δεήσεσι, καὶ τὸν Ἀγρίππαν τῇ μὲν ἐπῄνει, τῇ

δὲ ἐμέμφετο· ᾐτιᾶτο μὲν τῆς εἰς τοὺς ὁμοφύλους ἄγαν ἀρεσκείας μόνους ἀνθρώπων ἀφηνιάζοντας καὶ ἐκτρεπομένους αὐτοῦ τὴν ἐκθέωσιν, ἐπῄνει δὲ τὸ μηδὲν ἐν ἑαυτῷ συσκιάζειν καὶ ἐπικρύπτειν, ἅπερ ἔλεγεν εἶναι δείγματα ἐλευθεριωτάτων καὶ εὐγενεστάτων ἠθῶν.

ἡμερωθεὶς οὖν ὅσα τῷ δοκεῖν ἀποκρίσεων χρηστοτέρων Ἀγρίππαν ἠξίωσε, τὸ ἀνωτάτω καὶ μέγιστον δωρούμενος, τὸ μηκέτι γενέσθαι τὴν ἀνάθεσιν· καὶ Ποπλίῳ Πετρωνίῳ, τῷ τῆς Συρίας ἐπιτρόπῳ, κελεύει γραφῆναι μηδὲν ἐπὶ τῷ ἱερῷ τῶν Ἰουδαίων ἔτι νεώτερον κινεῖν.