Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τὸν μέγιστον καὶ εὐτυχέστατον ἐν ἀνθρώποις κλῆρον ἐχαρίσω μοι, βασιλείαν, πάλαι μὲν μιᾶς χώρας, αὖθις δὲ καὶ ἑτέρας μείζονος, τὴν Τραχωνῖτιν λεγομένην καὶ τὴν Γαλιλαίαν συνάψας· μὴ τὰ πρὸς περιουσίαν μοι χαρισάμενος, ὦ δέσποτα, τὰ ἀναγκαῖα ἀφέλῃς μηδὲ εἰς φῶς ἀναγαγὼν τηλαυγέστατον ἐξ ὑπαρχῆς εἰς βαθύτατον σκότος ῥίψῃς.
ἐξίσταμαι τῶν λαμπρῶν ἐκείνων, τὴν πρὸ μικροῦ τύχην οὐ παραιτοῦμαι, πάντα ὑπαλλάττομαι ἑνός, τοῦ μὴ κινηθῆναι τὰ πάτρια. τίς γὰρ ἄν μου γένοιτο λόγος ἢ παρὰ τοῖς ὁμοφύλοις ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις; ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ προδότην τῶν ἰδίων ἢ σοὶ μηκέτι ὁμοίως φίλον νομισθῆναι· ὧν τί ἂν εἴη μεῖζον κακόν;
εἰ μὲν γὰρ ἐν τῇ τάξει τῶν ἑταίρων ἔτι καταριθμοῦμαι, προδοσίας ἐξοίσομαι δόξαν, ἐὰν μήτε ἡ πατρὶς ἀπαθὴς παντὸς κακοῦ διαφυλαχθῇ μήτε τὸ ἱερὸν ἄψαυστον· τὰ γὰρ τῶν ἑταίρων καὶ προσπεφευγότων ταῖς αὐτοκρατορικαῖς ἐπιφανείαις ὑμεῖς οἱ μεγάλοι διασῴζετε.
εἰ δὲ ὑποικουρεῖ τί σου τὴν διάνοιαν ἔχθος, μὴ δήσῃς ὡς Τιβέριος, ἀλλὰ καὶ τὴν τοῦ δεθῆναί ποτε αὖθις ἐλπίδα συνανελὼν κέλευσον ἐκποδὼν αὐτίκα γενέσθαι· τί γὰρ ἐμοὶ ζῆν καλόν, ᾧ μία σωτηρίας ἐλπὶς ἦν τὸ σὸν εὐμενές;“