Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

μίαν δὲ ἐπιστολὴν ὑποτέταχα πρὸς τὴν σὴν τοῦ δεσπότου πειθώ, ἣν Γάιος Νορβανὸς Φλάκκος ἐπιστέλλει δηλῶν τὰ ὑπὸ Καίσαρος αὐτῷ γραφέντα.

ἔστι δὲ τῆς ἐπιστολῆς τὸ ἀντίγραφον τόδε· ’Γάιος Νορβανὸς Φλάκκος ἀνθύπατος Ἐφεσίων ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν, Ἰουδαίους, οὗ ἂν ὦσιν, ἰδίῳ ἀρχαίῳ ἐθισμῷ νομίζειν συναγομένους χρήματα φέρειν, ἃ πέμπουσιν εἰς Ἱεροσόλυμα· τούτους οὐκ ἠθέλησε κωλύεσθαι τοῦτο ποιεῖν. ἔγραψα οὖν ὑμῖν, ἵν’ εἰδῆτε, ὡς ταῦτα οὕτως γίνεσθαι κελεύει.’

ἆρ’ οὐκ ἐναργὴς πίστις ἐστίν, αὐτοκράτορ, τῆς Καίσαρος προαιρέσεως, ᾗ περὶ τὴν τοῦ ἡμετέρου ἱεροῦ τιμὴν ἐκέχρητο, μὴ βουληθεὶς τῷ κοινῷ τύπῳ τῶν συνόδων ἀναιρεθῆναι τὰς τῶν Ἰουδαίων εἰς ταὐτὸ συμφοιτήσεις, ἃς ἀπαρχῶν ἕνεκα ποιοῦνται καὶ τῆς ἄλλης εὐσεβείας;

ἕτερον δέ ἐστιν οὐκ ἀποδέον τούτου δεῖγμα σαφέστατον τῆς βουλήσεως τοῦ Σεβαστοῦ· διετάξατο γὰρ ἐκ τῶν ἰδίων προσόδων ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους τῷ ὑψίστῳ θεῷ καθ’ ἑκάστην ἡμέραν, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται· ἄρνες εἰσὶ δύο καὶ ταῦρος τὰ ἱερεῖα, οἷς Καῖσαρ ἐφαίδρυνε τὸν βωμὸν ἐπιστάμενος σαφῶς, ὅτι οὐδέν ἐστιν ἀφίδρυμα οὔτε φανερὸν οὔτε ἀφανές·