Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

οὐκ ἀκοῇ πυνθανόμενος τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον, ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ

ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο. τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·

μὴ γὰρ εἶναι ταῦτα συνόδους ἐκ μέθης καὶ παροινίας ἐπισυστάσας, ὡς λυμαίνεσθαι τὰ τῆς εἰρήνης, ἀλλὰ διδασκαλεῖα σωφροσύνης καὶ δικαιοσύνης ἀνδρῶν ἐπιτηδευόντων μὲν ἀρετήν, ἀπαρχὰς δὲ ἐτησίους συμφερόντων, ἐξ ὧν ἀνάγουσι θυσίας στέλλοντες ἱεροπομποὺς εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερόν.

εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν [*](1 ἑκουσίους A, L (sed corr.) ὑπομένειν ἑκουσίως transp. Ο ὑπομενεῖν (sic) coni. Mang. ταῦτα] τὰ τοιαῦτα MH: τοιαῦτα mavult Mang. εἰ θεάσαιντο] ἐθεάσαιντο (sic) M 2 γενεὰς] συγγενείας coni. Mang. 4 δὲ CGO: δ’ ceteri 5. 6 ἕνεκα om. U 6 ὡνομασθείς Η διαχέας CGO: διαχέων ceteri διὰ om. H 8 ἀφίδρυμα ἐν αὐτῶ CGO: ἐν αὐτῶ ἀφ. ceteri 8. 9 χειρότμητον Ο (sed corr.) 9 ὁρατὸν CGO: ἀόρατον ceteri ἐθαύμασε Η 10 χείλεσιν C ἀλλ’ ἐπὶ] ἀλλά τι M 12 ἀνεπόθει L 13 αἰεὶ M διαιτήσεσι Α ἐν] ἐν τῶ M 15 ἀνατρέφοιτο CGO: διατρέφοιτο ceteri δὲ CGO: δ’ ceteri 16 δυνάμενος] βουλόμενος Α 17 ἐπέστειλε O (coni. Mang.): ἀπέστειλε ceteri (v) 18 ἐπικρατειῶν] ἐπικρατεστέρων H πειθόμενος M ὠλιγωρῆσθαι MH ἵνα CGOL: ἵν’ ceteri 20 ταύτας MA ἐπισυστάσας Cohn: ἐπὶ συστάσεως GO, ἐπὶ συστάσει MAH (v), ἐπισυστάντα C ὡς C: om. ceteri 20. 21 λυμαίνεσθαι τὰ τῆς C: λυμαινεστάτης GOMH, λυμαινομένας A 21 διδασκαλίας διδασκάλους Α 22 δέ CGO: δ’ ceteri συμφερόντων CGO: εἰσφερόντων ceteri (v) 24 ἵστασθαι ἐμποδὼν transp. O 25 συνιοῦσιν CL συνεισφέρουσιν L 26 καὶ μὴ CGO: μὴ καὶ ceteri pr. τοῖς] ἐν τοῖς Α γοῦν] γὰρ H)

v.6.p.213
ἐπέσταλται.