Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
καὶ οὐ μόνον αἱ ἤπειροι μεσταὶ τῶν Ἰουδαϊκῶν ἀποικιῶν εἰσιν, ἀλλὰ καὶ νήσων αἱ δοκιμώταται, Εὔβοια, Κύπρος, Κρήτη. καὶ σιωπῶ τὰς πέραν Εὐφράτου· πᾶσαι γὰρ ἔξω μέρους βραχέος, Βαβυλὼν καὶ τῶν ἄλλων σατραπειῶν αἱ ἀρετῶσαν ἔχουσαι τὴν ἐκ κύκλῳ γῆν Ἰουδαίους ἔχουσιν οἰκήτορας.
ὥστ’ ἐὰν μεταλάβῃ σου τῆς εὐμενείας ἡ ἐμὴ πατρίς, οὐ μία πόλις ἀλλὰ καὶ μυρίαι τῶν ἄλλων εὐεργετοῦνται καθ’ ἕκαστον κλίμα τῆς οἰκουμένης ἱδρυθεῖσαι, τὸ Εὐρωπαῖον, τὸ Ἀσιανόν, τὸ Λιβυκόν, τὸ ἐν ἠπείροις, τὸ ἐν νήσοις, πάραλόν τε καὶ μεσόγειον.
ἁρμόττει δέ σου τῷ μεγέθει τῆς τοσαύτης τύχης διὰ τῶν εἰς μίαν πόλιν εὐεργεσιῶν μυρίας ἄλλας συνευεργετεῖν, ὅπως διὰ πάντων τῶν τῆς οἰκουμένης μερῶν ᾄδηταί σου τὸ κλέος καὶ οἱ μετ’ εὐχαριστίας ἔπαινοι συνηχῶνται.
φίλων ἐνίων πατρίδας ὅλας τῆς Ῥωμαϊκῆς ἠξίωσας πολιτείας, καὶ γεγόνασιν οἱ πρὸ μικροῦ δοῦλοι δεσπόται ἑτέρων· καὶ τῶν ἀπολελαυκότων τῆς χάριτος μᾶλλον ἢ οὐχ ἧττον οἱ δι’ οὓς γέγονεν ἥδονται.