Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας πάθει. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην· τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων.

ἔθνει δὴ τοιούτῳ προσκεκληρωμένος καὶ πατρίδι καὶ ἱερῷ δέομαι ὑπὲρ ἁπάντων· τοῦ μὲν ἔθνους, ἵνα μὴ τὴν ἐναντίαν δόξαν ἐνέγκηται τῆς ἀληθείας, εὐσεβέστατα καὶ ὁσιώτατα διακείμενον ἐξ ἀρχῆς πρὸς ἅπαντα τὸν ὑμέτερον οἶκον·

ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες, ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως.

περὶ δὲ τῆς [*](1 ταῦτα CGO: ταῦτ’ ceteri 2 με CGOA: μου MH ἀφείλαντο CGH: ἀφείλοντο OA (v), ἀφείλετο M 3 ἐκτρεπόμενον CGO 4 ἱκετηρίαν G 5 αὐτοκράτωρ G ἐμπέφυκεν CGOH: ἑμπέφυκε Α, ἐκπέφυκ,εν M μὲν ἔρως trausp. Α τῆς om. M δὲ] τε coni. Mang. 6 σοι] μοι Α 7 τά C: om. ceteri 8 δ’ AH ἐστι GOH: ἐστιν CM, εἰσι A κρίνουσιν CGO (ν) γὰρ om. CGO 9. 10 τῆς εὐνοίας πάθει] μεγέθει τῆς εὐνοίας Α 10 γεγένημαι L (Richt. Tauchn.) ἔστιν C 12 ἐλέγοντο] ἐγένοντο coni. Matthaei 13 ἱεροσύνης ML 14 γὰρ ante θεὸς add. Α τοσούτου Η 14. 15 ἀρχιερωσύνην Turn. (v): ἀρχιερωσύνη (ἀρχιεροσύνη L) codd. ἱερῶ CGO: ἱερωσύνη MAH, ἱεροσύνη L 18 G, ἐνέκειται L; ἐξενέγκηται v ταῖς ἀληθείαις coni. Mang. εὐσεβεστάτου καὶ ὁσιωτάτου διακειμένου Α 19 ἡμέτερον M ἐφίεται coni. Mang. 20 οὐδὲν A 23 ἐντελεχέσιν CG: ἐντελεχέσιν M, ἐνδελεχέσιν OH (mavult Mang.), ἐντελεχείαις Α 24 βουλεύμασιν CGO: βουλήμασιν ceteri 25 ὄντες om. L ὄντως ὄντες transp. Α) [*](4—6 D K fol. 241r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: πᾶσιν ἀνθρώποις ἔρως τῆς πατρίδος καὶ τῶν οἰκείων νόμων ἀποδοχή.)

v.6.p.207
ἱεροπόλεως τὰ προσήκοντά μοι λεκτέον· αὕτη, καθάπερ ἔφην, ἐμὴ μέν ἐστι πατρίς, μητρόπολις δὲ οὐ μιᾶς χώρας Ἰουδαίας ἀλλὰ καὶ τῶν πλείστων, διὰ τὰς ἀποικίας ἃς ἐξέπεμψεν ἐπὶ καιρῶν εἰς μὲν τὰς ὁμόρους, Αἴγυπτον, Φοινίκην, Συρίαν τήν τε ἄλλην καὶ τὴν Κοίλην προσαγορευομένην, εἰς δὲ τὰς πόρρω διῳκισμένας, Παμφυλίαν, Κιλικίαν, τὰ πολλὰ τῆς Ἀσίας ἄχρι Βιθυνίας καὶ τῶν τοῦ Πόντου μυχῶν, τὸν αὐτὸν τρόπον καὶ εἰς Εὐρώπην, Θετταλίαν, Βοιωτίαν, Μακεδονίαν, Αἰτωλίαν, τὴν Ἀττικήν, Ἄργος, Κόρινθον, τὰ πλεῖστα καὶ ἄριστα Πελοποννήσου.